Add parallel Print Page Options

12 ὁ δὲ Πιλᾶτος [a]πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· Τί οὖν [b]θέλετε ποιήσω [c]ὃν λέγετε [d]τὸν βασιλέα τῶν Ἰουδαίων; 13 οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. 14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ [e]ἐποίησεν κακόν; οἱ δὲ [f]περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν. 15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.

16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ [g]ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, [h]βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [i]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [j]σταυρώσωσιν αὐτόν.

21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [k]τὸν [l]Γολγοθᾶν τόπον, ὅ ἐστιν [m]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν [n]αὐτῷ ἐσμυρνισμένον οἶνον, [o]ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ [p]σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [q]αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ [r]οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30 σῶσον σεαυτὸν [s]καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 ὁ χριστὸς ὁ [t]βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [u]πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [v]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NIV] ἀποκριθεὶς πάλιν εἶπεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 θέλετε Treg RP NA ] – WH NIV
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 ὃν λέγετε WH NIV RP ] – Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 τὸν WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:14 ἐποίησεν κακόν WH Treg NIV ] κακόν ἐποίησεν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:14 περισσῶς WH Treg NIV ] περισσοτέρως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:17 ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:18 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 τὸν WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 αὐτῷ WH Treg NIV ] + πιεῖν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 ὃς WH Treg NIV ] ὁ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:27 αὐτοῦ WH NIV] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:30 καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 σὺν WH NIV ] – Treg RP